Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 4.44 Dem. 4.49 (English) >>Dem. 4.51

4.47πῶς οὖν ταῦτα παύσεται; ὅταν ὑμεῖς, ἄνδρες Ἀθηναῖοι, τοὺς αὐτοὺς ἀποδείξητε στρατιώτας καὶ μάρτυρας τῶν στρατηγουμένων καὶ δικαστὰς οἴκαδʼ ἐλθόντας τῶν εὐθυνῶν, ὥστε μὴ ἀκούειν μόνον ὑμᾶς τὰ ὑμέτερʼ αὐτῶν, ἀλλὰ καὶ παρόντας ὁρᾶν. νῦν δʼ εἰς τοῦθʼ ἥκει τὰ πράγματʼ αἰσχύνης ὥστε τῶν στρατηγῶν ἕκαστος δὶς καὶ τρὶς κρίνεται παρʼ ὑμῖν περὶ θανάτου, πρὸς δὲ τοὺς ἐχθροὺς οὐδεὶς οὐδʼ ἅπαξ αὐτῶν ἀγωνίσασθαι περὶ θανάτου τολμᾷ, ἀλλὰ τὸν τῶν ἀνδραποδιστῶν καὶ λωποδυτῶν θάνατον μᾶλλον αἱροῦνται τοῦ προσήκοντος· κακούργου μὲν γάρ ἐστι κριθέντʼ ἀποθανεῖν, στρατηγοῦ δὲ μαχόμενον τοῖς πολεμίοις. 4.48ἡμῶν δʼ οἱ μὲν περιιόντες μετὰ Λακεδαιμονίων φασὶ Φίλιππον πράττειν τὴν Θηβαίων κατάλυσιν καὶ τὰς πολιτείας διασπᾶν, οἱ δʼ ὡς πρέσβεις πέπομφεν ὡς βασιλέα, οἱ δʼ ἐν Ἰλλυριοῖς πόλεις τειχίζειν, οἱ δὲ λόγους πλάττοντες ἕκαστος περιερχόμεθα. 4.49ἐγὼ δʼ οἶμαι μέν, ἄνδρες Ἀθηναῖοι, νὴ τοὺς θεοὺς ἐκεῖνον μεθύειν τῷ μεγέθει τῶν πεπραγμένων καὶ πολλὰ τοιαῦτʼ ὀνειροπολεῖν ἐν τῇ γνώμῃ, τήν τʼ ἐρημίαν τῶν κωλυσόντων ὁρῶντα καὶ τοῖς πεπραγμένοις ἐπηρμένον, οὐ μέντοι μὰ Δίʼ οὕτω γε προαιρεῖσθαι πράττειν ὥστε τοὺς ἀνοητοτάτους τῶν παρʼ ἡμῖν εἰδέναι τί μέλλει ποιεῖν ἐκεῖνος· ἀνοητότατοι γάρ εἰσιν οἱ λογοποιοῦντες. 4.50ἀλλʼ ἂν ἀφέντες ταῦτʼ ἐκεῖνʼ εἰδῶμεν, ὅτι ἐχθρὸς ἅνθρωπος καὶ τὰ ἡμέτερʼ ἡμᾶς ἀποστερεῖ καὶ χρόνον πολὺν ὕβρικε, καὶ ἅπανθʼ ὅσα πώποτʼ ἠλπίσαμέν τινα πράξειν ὑπὲρ ἡμῶν καθʼ ἡμῶν εὕρηται, καὶ τὰ λοιπὰ ἐν αὐτοῖς ἡμῖν ἐστί, κἂν μὴ νῦν ἐθέλωμεν ἐκεῖ πολεμεῖν αὐτῷ, ἐνθάδʼ ἴσως ἀναγκασθησόμεθα τοῦτο ποιεῖν, ἂν ταῦτʼ εἰδῶμεν, καὶ τὰ δέοντʼ ἐσόμεθʼ ἐγνωκότες καὶ λόγων ματαίων ἀπηλλαγμένοι· οὐ γὰρ ἅττα ποτʼ ἔσται δεῖ σκοπεῖν, ἀλλʼ ὅτι φαῦλα, ἂν μὴ προσέχητε τὸν νοῦν καὶ τὰ προσήκοντα ποιεῖν ἐθέλητε, εὖ εἰδέναι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 4.44 Dem. 4.49 (English) >>Dem. 4.51

Powered by PhiloLogic